Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.296 Joseph. AJ 2.300 (English) >>Joseph. AJ 2.305

2.298ὑπὸ δὲ τούτων τῶν κακῶν ἐλαυνομένων τῶν Αἰγυπτίων τὸν Μωυσῆν ἐκέλευσεν βασιλεὺς οἴχεσθαι τοὺς Ἑβραίους λαβόντα, καὶ παραχρῆμα τοῦτʼ εἰπόντος ἠφάνιστο τῶν βατράχων τὸ πλῆθος καὶ τε γῆ καὶ ποταμὸς εἰς τὴν ἰδίαν φύσιν κατέστησαν. 2.299Φαραώθης δὲ ἅμα τοῦ τε πάθους ἀπήλλακτο γῆ καὶ τῆς αἰτίας ἐπελέληστο καὶ τοὺς Ἑβραίους κατεῖχε, καὶ ὥσπερ πλειόνων παθημάτων φύσεις βουλόμενος μαθεῖν οὐκέτʼ ἠφίει τοῖς περὶ τὸν Μωυσῆν ἐξιέναι φόβῳ μᾶλλον φρονήσει ταύτην αὐτοῖς ἐπιτρέπων. 2.300

Πάλιν οὖν ἄλλου κακοῦ προσβολῇ μετῄει τὸ θεῖον αὐτοῦ τὴν ἀπάτην· φθειρῶν γὰρ τοῖς Αἰγυπτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων, ὑφʼ ὧν κακοὶ κακῶς ἀπώλλυντο μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάμενοι. 2.301καὶ πρὸς τοῦτο τὸ δεινὸν τῶν Αἰγυπτίων βασιλεὺς ταραχθεὶς καὶ δείσας ὁμοῦ τὸν ὄλεθρον τοῦ λαοῦ καὶ τὴν αἰσχύνην δὲ τῆς ἀπωλείας λογισάμενος ἐξ ἡμίσους ὑπὸ φαυλότητος ἠναγκάζετο σωφρονεῖν· 2.302τοῖς μὲν γὰρ Ἑβραίοις αὐτοῖς ἐδίδου τὴν ἄφοδον, καὶ πρὸς τοῦτο λωφήσαντος τέκνα καὶ γυναῖκας ὅμηρα τῆς ὑποστροφῆς αὐτῶν καταλιπεῖν αὐτοὺς ἠξίου. προσεξαγριαίνει δὴ τὸν θεὸν νομίσας ἀπατήσειν αὐτοῦ τὴν πρόνοιαν, ὥσπερ Μωυσέος ἀλλʼ οὐκ ἐκείνου τιμωροῦντος τὴν Αἴγυπτον ὑπὲρ τῶν Ἑβραίων·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.296 Joseph. AJ 2.300 (English) >>Joseph. AJ 2.305

Powered by PhiloLogic